TLG 4150 001 :: ANACREONTEA :: Anacreontea

ANACREONTEA Iamb.
(A.D. 1?/6)

Anacreontea

Source: West, M.L. (ed.), Carmina Anacreontea. Leipzig: Teubner, 1984: 1–49.

Citation: Fragment — (line)

t

ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ ΣΥΜΠΟΣΙΑΚΑ ΗΜΙΑΜΒΙΑ

1

Ἀνακρέων ἰδών με ὁ Τήϊος μελωιδός (ὄναρ λέγω) προσεῖπεν· κἀγὼ δραμὼν πρὸς αὐτόν
5περιπλάκην φιλήσας. γέρων μὲν ἦν, καλὸς δέ, καλὸς δὲ καὶ φίλευνος· τὸ χεῖλος ὦζεν οἴνου· τρέμοντα δ’ αὐτὸν ἤδη
10Ἔρως ἐχειραγώγει. ὃ δ’ ἐξελὼν καρήνου ἐμοὶ στέφος δίδωσι· τὸ δ’ ὦζ’ Ἀνακρέοντος. ἐγὼ δ’ ὁ μωρὸς ἄρας
15ἐδησάμην μετώπωι· καὶ δῆθεν ἄχρι καὶ νῦν
ἔρωτος οὐ πέπαυμαι.1

2

Δότε μοι λύρην Ὁμήρου φονίης ἄνευθε χορδῆς· φέρε μοι κύπελλα θεσμῶν, φέρε μοι νόμους κεράσσας,
5μεθύων ὅπως χορεύσω, ὑπὸ σώφρονος δὲ λύσσης μετὰ βαρβίτων ἀείδων τὸ παροίνιον βοήσω· δότε μοι λύρην Ὁμήρου
10φονίης ἄνευθε χορδῆς.

3

Ἄγε, ζωγράφων ἄριστε, λυρικῆς ἄκουε Μούσης
2*****
2*****
5γράφε τὰς πόλεις τὸ πρῶτον ἱλαράς τε καὶ γελώσας· ὁ δὲ κηρὸς ἂν δύναιτο, γράφε καὶ νόμους φιλούντων.
3φιλοπαίγμονες δὲ Βάκχαι ἑτεροπνόους ἐναύλους
4*****2

4,1

Τὸν ἄργυρον τορεύσας Ἥφαιστέ μοι ποίησον πανοπλίας μὲν οὐχί· τί γὰρ μάχαισι κἀμοί;
5ποτήριον δὲ κοῖλον ὅσον δύνηι βάθυνον. καὶ μὴ ποίει κατ’ αὐτό μήτ’ ἄστρα μήτ’ Ἀμάξας, 〈μὴ στυγνὸν Ὠρίωνα·〉
10τί Πλειάδων μέλει μοι, τί δ’ ἀστέρος Βοώτ͜εω͜; ποίησον ἀμπέλους μοι, καὶ βότρυας κατ’ αὐτῶν,
15〈ποίει δὲ ληνὸν οἴνου,〉
16/18καὶ χρυσέους πατοῦντας
20ὁμοῦ καλῶι Λυαίωι Ἔρωτα καὶ Βάθυλλον.

4,2

Τὸν ἄργυρον τορεύσας Ἥφαιστέ μοι ποίησον πανοπλίαν μὲν οὐχί·
5ποτήριον δὲ κοῖλον ὅσον δύνηι βάθυνον. ποίει δέ μοι κατ’ αὐτοῦ μήτ’ ἄστρα μήτ’ Ἀμάξας, μὴ στυγνὸν Ὠρίωνα,
12ἀλλ’ ἀμπέλους χλοώσας
13/17καὶ βότρυας γελῶντας
20σὺν τῶι καλῶι Λυαίωι.

4,3

Τὸν ἄργυρον τορεύων
Ἥφαιστέ μοι ποίησον πανοπλίαν μὲν οὐχί· τί γὰρ μάχαισι κἀμοί;3
5ποτήριον δὲ κοῖλον ὅσον δύνηι βαθύνας. ποίει δέ μοι κατ’ αὐτοῦ μήτ’ ἄστρα μήτ’ Ἄμαξαν, μὴ στυγνὸν Ὠρίωνα·
10τί Πλειάδων μέλει μοι, τί γὰρ καλοῦ Βοώτου; ποίησον ἀμπέλους μοι, καὶ βότρυας κατ’ αὐτῶν, καὶ Μαινάδας τρυγώσας·
15ποίει δὲ ληνὸν οἴνου ληνοβάτας πατοῦντας τοὺς Σατύρους γελῶντας καὶ χρυσέους Ἔρωτας καὶ Κυθέρην γελῶσαν
20ὁμοῦ καλῶι Λυαίωι. {Ἔρωτα κἀφροδίτην.}

5

Καλλιτέχνα, τόρευσον ἔαρος κύπελλον ἤδη· τὰ πρῶτ’ ἡμῖν τὰ τερπνά ῥόδα φέρουσαν ὥρην.
5ἀργύρεον δ’ ἁπλώσας ποτὸν ποίει μοι τερπνόν· τῶν τελετῶν, παραινῶ, μὴ ξένον μοι τορεύσηις, μὴ φευκτὸν ἱστόρημα·
10μᾶλλον ποίει Διὸς γόνον, Βάκχον Εὔιον ἡμῖν. μύστις νάματος ἦι Κύπρις ὑμεναίους κροτοῦσα· χάρασς’ Ἔρωτας ἀνόπλους4
15καὶ Χάριτας γελώσας ὑπ’ ἄμπελον εὐπέταλον εὐβότρυον κομῶσαν· σύναπτε κούρους εὐπρεπεῖς †ἀν μη† Φοῖβος ἀθύρηι.

6

Στέφος πλέκων ποτ’ εὗρον ἐν τοῖς ῥόδοις Ἔρωτα, καὶ τῶν πτερῶν κατασχών ἐβάπτις’ εἰς τὸν οἶνον,
5λαβὼν δ’ ἔπιον αὐτόν· καὶ νῦν ἔσω μελῶν μου πτεροῖσι γαργαλίζει.

7

Λέγουσιν αἱ γυναῖκες· ‘Ἀνάκρεον, γέρων εἶ· λαβὼν ἔσοπτρον ἄθρει κόμας μὲν οὐκέτ’ οὔσας,
5ψιλὸν δέ σευ μέτωπον.‘ ἐγὼ δὲ τὰς κόμας μέν,
εἴτ’ εἰσὶν εἴτ’ ἀπῆλθον, οὐκ οἶδα· τοῦτο δ’ οἶδα, ὡς τῶι γέροντι μᾶλλον5
10πρέπει τὸ τερπνὰ παίζειν, ὅσωι πέλας τὰ Μοίρης.

8

Οὔ μοι μέλει τὰ Γύγ͜εω͜ τοῦ Σαρδίων ἄνακτος, οὐδ’ εἷλέ πώ με ζῆλος, οὐδὲ φθονῶ τυράννοις.
5ἐμοὶ μέλει μύροισιν καταβρέχειν ὑπήνην, ἐμοὶ μέλει ῥόδοισιν καταστέφειν κάρηνα· τὸ σήμερον μέλει μοι,
10τὸ δ’ αὔριον τίς οἶδεν; ὡς οὖν ἔτ’ εὔδι’ ἔστιν, καὶ πῖνε καὶ κύβευε καὶ σπένδε τῶι Λυαίωι, μὴ νοῦσος ἤν τις ἔλθηι
15λέγηι σε μηδὲ πίνειν.

9

Ἄφες με, τοὺς θεούς σοι,
πιεῖν, πιεῖν ἀμυστί· θέλω, θέλω μανῆναι. ἐμαίνετ’ Ἀλκμέων τε6
5χὠ λευκόπους Ὀρέστης τὰς μητέρας κτανόντες· ἐγὼ δὲ μηδένα κτάς, πιὼν δ’ ἐρυθρὸν οἶνον θέλω, θέλω μανῆναι.
10 ἐμαίνετ’ Ἡρακλῆς πρίν, δεινὴν κλονῶν φαρέτρην καὶ τόξον Ἰφίτειον· ἐμαίνετο πρὶν Αἴας, μετ’ ἀσπίδος κραδαίνων
15τὴν Ἕκτορος μάχαιραν· ἐγὼ δ’ ἔχων κύπελλον καὶ στέμμα τοῦτο χαίτης {οὐ τόξον, οὐ μάχαιραν,} θέλω, θέλω μανῆναι.

10

Τί σοι θέλεις ποιήσω, τί σοι, †λάλευ† χελιδόν;
τὰ ταρσά σευ τὰ κοῦφα θέλεις λαβὼν ψαλίξω,7
5ἢ μᾶλλον ἔνδοθέν σευ τὴν γλῶσσαν, ὡς ὁ Τηρεύς ἐκεῖνος, ἐκθερίξω; τί μευ καλῶν ὀνείρων ὑπορθρίαισι φωναῖς
10ἀφήρπασας Βάθυλλον;

11

Ἔρωτα κήρινόν τις νεηνίης ἐπώλει· ἐγὼ δέ οἱ παραστάς ‘πόσου θέλεισ‘ ἔφην ‘σοι
5τὸ τυχθὲν ἐκπρίωμαι;‘ ὃ δ’ εἶπε δωριάζων ‘λάβ’ αὐτὸν ὁππόσου λῆις. ὅπως 〈δ’〉 ἂν ἐκμάθηις πᾶν, οὐκ εἰμὶ κηροτέχνας,
10ἀλλ’ οὐ θέλω συνοικεῖν Ἔρωτι παντορέκται.‘ ‘δὸς οὖν, δὸς αὐτὸν ἡμῖν δραχμῆς, καλὸν σύνευνον.‘ Ἔρως, σὺ δ’ εὐθέως με
15πύρωσον· εἰ δὲ μή, σύ
κατὰ φλογὸς τακήσηι.8

12

Οἱ μὲν καλὴν Κυβήβην τὸν ἡμίθηλυν Ἄττιν ἐν οὔρεσιν βοῶντα λέγουσιν ἐκμανῆναι·
5 οἱ δὲ Κλάρου παρ’ ὄχθαις δαφνηφόροιο Φοίβου λάλον πιόντες ὕδωρ μεμηνότες βοῶσιν· ἐγὼ δὲ τοῦ Λυαίου
10καὶ τοῦ μύρου κορεσθείς καὶ τῆς ἐμῆς ἑταίρης θέλω, θέλω μανῆναι.

13

{θέλω, θέλω φιλῆσαι.} Ἔπειθ’ Ἔρως φιλεῖν με· ἐγὼ δ’ ἔχων νόημα ἄβουλον οὐκ ἐπείσθην.
5ὃ δ’ εὐθὺ τόξον ἄρας καὶ χρυσέην φαρέτρην μάχηι με προυκαλεῖτο· κἀγὼ λαβὼν ἐπ’ ὤμων θώρηχ’ ὅπως Ἀχιλλεύς
10καὶ δοῦρα καὶ βοείην ἐμαρνάμην Ἔρωτι. ἔβαλλ’, ἐγὼ δ’ ἔφευγον·
ὡς δ’ οὐκέτ’ εἶχ’ ὀιστούς, ἤσχαλλεν, εἶτ’ ἑαυτόν9
15ἀφῆκεν εἰς βέλεμνον· μέσος δὲ καρδίης μευ ἔδυνε καί μ’ ἔλυσεν. μάτην δ’ ἔχω βοείην· τί γὰρ βάλωμεν ἔξω,
20μάχης ἔσω μ’ ἐχούσης;

14

Εἰ φύλλα πάντα δένδρων ἐπίστασαι κατειπεῖν, εἰ κύματ’ οἶδας εὑρεῖν τὰ τῆς ὅλης θαλάσσης,
5σὲ τῶν ἐμῶν ἐρώτων μόνον ποῶ λογιστήν. πρῶτον μὲν ἐξ Ἀθηνῶν ἔρωτας εἴκοσιν θές καὶ πεντεκαίδεκ’ ἄλλους.
10ἔπειτα δ’ ἐκ Κορίνθου θὲς ὁρμαθοὺς ἐρώτων· Ἀχαΐης γάρ ἐστιν, ὅπου καλαὶ γυναῖκες. τίθει δὲ Λεσβίους μοι
15καὶ μέχρι τῶν Ἰώνων
καὶ Καρίης Ῥόδου τε δισχιλίους ἔρωτας. τί φήις; ἄγει καρωθείς; οὔπω Σύρους ἔλεξα,10
20οὔπω πόθους Κανώβου, οὐ τῆς ἅπαντ’ ἐχούσης Κρήτης, ὅπου πόλεσσιν Ἔρως ἐποργιάζει. τί δ’ οὐ θέλεις ἀριθμεῖν
25καὶ τοὺς Γαδείρων ἐκτός, τῶν Βακτρίων τε κἰνδῶν ψυχῆς ἐμῆς ἔρωτας;

15

Ἐρασμίη πέλεια, πόθεν, πόθεν πέτασαι; πόθεν μύρων τοσούτων ἐπ’ ἠέρος θέουσα
5πνέεις τε καὶ ψεκάζεις; τίς εἶ, τί σοι μέλει δέ; ‘Ἀνακρέων μ’ ἔπεμψε πρὸς παῖδα, πρὸς Βάθυλλον τὸν ἄρτι τῶν ἁπάντων
10κρατοῦντα καὶ τυράννων. πέπρακέ μ’ ἡ Κυθήρη λαβοῦσα μικρὸν ὕμνον ἐγὼ δ’ Ἀνακρέοντι διακονῶ τοσαῦτα·
15καὶ νῦν, ὁρᾶις, ἐκείνου ἐπιστολὰς κομίζω. καί φησιν εὐθέως με ἐλευθέρην ποιήσειν· ἐγὼ δέ, κἢν ἀφῆι με,11
20δούλη μενῶ παρ’ αὐτῶι. τί γάρ με δεῖ πέτασθαι ὄρη τε καὶ κατ’ ἀγρούς καὶ δένδρεσιν καθίζειν φαγοῦσαν ἄγριόν τι;
25τὰ νῦν ἔδω μὲν ἄρτον ἀφαρπάσασα χειρῶν Ἀνακρέοντος αὐτοῦ, πιεῖν δέ μοι δίδωσι τὸν οἶνον ὃν προπίνει,
30πιοῦσα δ’ ἀγχορεύω καὶ δεσπότην κρέκοντα πτεροῖσι συγκαλύπτω· κοιμωμένου δ’ ἐπ’ αὐτῶι τῶι βαρβίτωι καθεύδω.
35ἔχεις ἅπαντ’· ἄπελθε· λαλιστέραν μ’ ἔθηκας, ἄνθρωπε, καὶ κορώνης.‘

16

Ἄγε, ζωγράφων ἄριστε, {γράφε, ζωγράφων ἄριστε,} Ῥοδίης κοίρανε τέχνης,
ἀπεοῦσαν, ὡς ἂν εἴπω,12
5γράφε τὴν ἐμὴν ἑταίρην. γράφε μοι τρίχας τὸ πρῶτον ἁπαλάς τε καὶ μελαίνας· ὁ δὲ κηρὸς ἂν δύνηται, γράφε καὶ μύρου πνεούσας.
10γράφε δ’ ἐξ ὅλης παρειῆς ὑπὸ πορφυραῖσι χαίταις ἐλεφάντινον μέτωπον. τὸ μεσόφρυον δὲ μή μοι διάκοπτε μήτε μίσγε,
15ἐχέτω δ’, ὅπως ἐκείνη, τὸ λεληθότως σύνοφρυν βλεφάρων ἴτυν κελαινήν. τὸ δὲ βλέμμα νῦν ἀληθῶς ἀπὸ τοῦ πυρὸς ποίησον,
20ἅμα γλαυκὸν ὡς Ἀθήνης, ἅμα δ’ ὑγρὸν ὡς Κυθήρης. γράφε ῥῖνα καὶ παρειάς ῥόδα τῶι γάλακτι μίξας· γράφε χεῖλος οἷα Πειθοῦς,
25προκαλούμενον φίλημα. τρυφεροῦ δ’ ἔσω γενείου
περὶ λυγδίνωι τραχήλωι Χάριτες πέτοιντο πᾶσαι. στόλισον τὸ λοιπὸν αὐτήν13
30ὑποπορφύροισι πέπλοις, διαφαινέτω δὲ σαρκῶν ὀλίγον, τὸ σῶμ’ ἐλέγχον. ἀπέχει· βλέπω γὰρ αὐτήν· τάχα κηρὲ καὶ λαλήσεις.

17

Γράφε μοι Βάθυλλον οὕτω τὸν ἑταῖρον ὡς διδάσκω· λιπαρὰς κόμας ποίησον, τὰ μὲν ἔνδοθεν μελαίνας,
5τὰ δ’ ἐς ἄκρον ἡλιώσας· ἕλικας δ’ ἐλευθέρους μοι πλοκάμων ἄτακτα συνθείς ἄφες ὡς θέλωσι κεῖσθαι. ἁπαλὸν δὲ καὶ δροσῶδες
10στεφέτω μέτωπον ὀφρῦς κυανωτέρη δρακόντων.
μέλαν ὄμμα γοργὸν ἔστω, κεκερασμένον γαλήνηι, τὸ μὲν ἐξ Ἄρηος ἕλκον,14
15τὸ δὲ τῆς καλῆς Κυθήρης, ἵνα τις τὸ μὲν φοβῆται, τὸ δ’ ἀπ’ ἐλπίδος κρεμᾶται. ῥοδέην δ’ ὁποῖα μῆλον χνοΐην ποίει παρειήν·
20ἐρύθημα δ’ ὡς ἂν Αἰδοῦς δύνασαι βαλεῖν ποίησον. τὸ δὲ χεῖλος οὐκέτ’ οἶδα τίνι μοι τρόπωι ποιήσεις ἁπαλόν, γέμον τε Πειθοῦς·
25τὸ δὲ πᾶν ὁ κηρὸς αὐτός ἐχέτω λαλῶν σιωπῆι. μετὰ δὲ πρόσωπον ἔστω τὸν Ἀδώνιδος παρελθών ἐλεφάντινος τράχηλος.
30μεταμάζιον δὲ ποίει διδύμας τε χεῖρας Ἑρμοῦ, Πολυδεύκεος δὲ μηρούς, Διονυσίην δὲ νηδύν· ἁπαλῶν δ’ ὕπερθε μηρῶν,
35μαλερὸν τὸ πῦρ ἐχόντων, ἀφελῆ ποίησον αἰδῶ Παφίην θέλουσαν ἤδη.
φθονερὴν ἔχεις δὲ τέχνην, ὅτι μὴ τὰ νῶτα δεῖξαι15
40δύνασαι· τὰ δ’ ἦν ἀμείνω. τί με δεῖ πόδας διδάσκειν· λάβε μισθὸν ὅσσον εἴπηις, τὸν Ἀπόλλωνα δὲ τοῦτον καθελὼν ποίει Βάθυλλον·
45ἢν δ’ ἐς Σάμον ποτ’ ἔλθηις, γράφε Φοῖβον ἐκ Βαθύλλου.

18

Δότε μοι, δότ’ ὦ γυναῖκες Βρομίου πιεῖν ἀμυστί· ἀπὸ καύματος γὰρ ἤδη προδοθεὶς ἀναστενάζω·
5δότε δ’ ἀνθέων, ἑλίνου· στεφάνους δότ’ οἷς πυκάζω τὰ μέτωπά μου, ’πικαίει. τὸ δὲ καῦμα τῶν ἐρώτων, κραδίη, τίνι σκεπάζω;
10παρὰ τὴν σκιὴν Βαθύλλου καθίσω· καλὸν τὸ δένδρον, ἁπαλὰς δ’ ἔσεισε χαίτας μαλακωτάτωι κλαδίσκωι· παρὰ δ’ αὐτὸ νέρθε ῥοιζεῖ
15πηγὴ ῥέουσα Πειθοῦς. τίς ἂν οὖν ὁρῶν παρέλθοι
καταγώγιον τοιοῦτο;16

19

Αἱ Μοῦσαι τὸν Ἔρωτα δήσασαι στεφάνοισι τῶι Κάλλει παρέδωκαν· καὶ νῦν ἡ Κυθέρεια
5ζητεῖ λύτρα φέρουσα λύσασθαι τὸν Ἔρωτα. κἂν λύσηι δέ τις αὐτόν, οὐκ ἔξεισι, μενεῖ δέ· δουλεύειν δεδίδακται.

20

Ἡδυμελὴς Ἀνακρέων, ἡδυμελὴς δὲ Σαπφώ· Πινδαρικὸν δ’ ἔτι μοι μέλος συγκεράσας τις ἐγχέοι.
5 τὰ τρία ταῦτά μοι δοκεῖ καὶ Διόνυσος ἐλθών καὶ Παφίη λιπαρόχροος καὐτὸς Ἔρως ἂν ἐκπιεῖν.

21

Ἡ γῆ μέλαινα πίνει, πίνει δένδρεα δ’ αὖ γῆν πίνει θάλασς’ ἀναύρους,
ὁ δ’ ἥλιος θάλασσαν,17
5τὸν δ’ ἥλιον σελήνη· τί μοι μάχεσθ’, ἑταῖροι, καὐτῶι θέλοντι πίνειν;

22

Ἡ Ταντάλου ποτ’ ἔστη λίθος Φρυγῶν ἐν ὄχθαις, καὶ παῖς ποτ’ ὄρνις ἔπτη Πανδίονος χελιδών.
5 ἐγὼ δ’ ἔσοπτρον εἴην, ὅπως ἀεὶ βλέπηις με· ἐγὼ χιτὼν γενοίμην, ὅπως ἀεὶ φορῆις με. ὕδωρ θέλω γενέσθαι,
10ὅπως σε χρῶτα λούσω· μύρον, γύναι, γενοίμην, ὅπως ἐγώ ς’ ἀλείψω. καὶ ταινίη δὲ μασθῶι καὶ μάργαρον τραχήλωι
15καὶ σάνδαλον γενοίμην· μόνον ποσὶν πάτει με.

23

Θέλω λέγειν Ἀτρείδας, θέλω δὲ Κάδμον ἄιδειν, ὁ βάρβιτος δὲ χορδαῖς ἔρωτα μοῦνον ἠχεῖ.
5ἤμειψα νεῦρα πρώην καὶ τὴν λύρην ἅπασαν· κἀγὼ μὲν ἦιδον ἄθλους Ἡρακλέους, λύρη δέ ἔρωτας ἀντεφώνει.18
10χαίροιτε λοιπὸν ἡμῖν, ἥρωες· ἡ λύρη γάρ μόνους ἔρωτας ἄιδει.

24

Φύσις κέρατα ταύροις, ὁπλὰς δ’ ἔδωκεν ἵπποις, ποδωκίην λαγωοῖς, λέουσι χάσμ’ ὀδόντων,
5τοῖς ἰχθύσιν τὸ νηκτόν, τοῖς ὀρνέοις πέτασθαι, τοῖς ἀνδράσιν φρόνημα· γυναιξὶν οὐκέτ’ εἶχεν. τί οὖν; δίδωσι κάλλος
10ἀντ’ ἀσπίδων ἁπασῶν, ἀντ’ ἐγχέων ἁπάντων· νικᾶι δὲ καὶ σίδηρον καὶ πῦρ καλή τις οὖσα.

25

Σὺ μέν, φίλη χελιδόν,
ἐτησίη μολοῦσα θέρει πλέκεις καλιήν, χειμῶνι δ’ εἶς ἄφαντος19
5ἢ Νεῖλον ἢ ’πὶ Μέμφιν· Ἔρως δ’ ἀεὶ πλέκει μευ ἐν καρδίηι καλιήν. Πόθος δ’ ὃ μὲν πτεροῦται, ὃ δ’ ὠιόν ἐστιν ἀκμήν,
10ὃ δ’ ἡμίλεπτος ἤδη· βοὴ δὲ γίνετ’ ἀεί κεχηνότων νεοττῶν· Ἐρωτιδεῖς δὲ μικρούς οἱ μείζονες τρέφουσιν·
15οἳ δὲ τραφέντες εὐθύς πάλιν κύουσιν ἄλλους. τί μῆχος οὖν γένηται; οὐ γὰρ σθένω τοσούτους Ἔρωτας ἐκσοβῆσαι.

26

Σὺ μὲν λέγεις τὰ Θήβης, ὃ δ’ αὖ Φρυγῶν ἀυτάς, ἐγὼ δ’ ἐμὰς ἁλώσεις. οὐχ ἵππος ὤλεσέν με,
5οὐ πεζός, οὐχὶ νῆες, στρατὸς δὲ καινὸς ἄλλος
ἀπ’ ὀμμάτων με βάλλων.20

27

Ἐν ἰσχίοις μὲν ἵπποι πυρὸς χάραγμ’ ἔχουσιν· καὶ Παρθίους τις ἄνδρας ἐγνώρισεν τιάραις·
5 ἐγὼ δὲ τοὺς ἐρῶντας ἰδὼν ἐπίσταμ’ εὐθύς· ἔχουσι γάρ τι λεπτόν ψυχῆς ἔσω χάραγμα.

28

Ὁ ἀνὴρ ὁ τῆς Κυθήρης παρὰ Λημνίαις καμίνοις τὰ βέλη τὰ τῶν Ἐρώτων ἐπόει λαβὼν σίδηρον·
5ἀκίδας δ’ ἔβαπτε Κύπρις μέλι τὸ γλυκὺ λαβοῦσα· ὁ δ’ Ἔρως χολὴν ἔμισγε. ὁ δ’ Ἄρης ποτ’ ἐξ ἀυτῆς στιβαρὸν δόρυ κραδαίνων
10βέλος ηὐτέλιζ’ Ἔρωτος· ὁ δ’ Ἔρως ‘τόδ’ ἐστὶν‘ εἶπεν ‘βαρύ· πειράσας νοήσεισ‘. ἔλαβεν βέλεμνον Ἄρης· ὑπεμειδίασε Κύπρις·
15ὁ δ’ Ἄρης ἀναστενάξας ‘βαρύ·‘ φησιν, ‘ἆρον αὐτό.‘
ὁ δ’ Ἔρως ‘ἔχ’ αὐτό‘ φησιν.21

29

Χαλεπὸν τὸ μὴ φιλῆσαι, χαλεπὸν δὲ καὶ φιλῆσαι· χαλεπώτερον δὲ πάντων ἀποτυγχάνειν φιλοῦντα.

29a

Γένος οὐδὲν εἰς ἔρωτα· σοφίη, τρόπος πατεῖται· μόνον ἄργυρον βλέπουσιν. ἀπόλοιτο πρῶτος αὐτός
5ὁ τὸν ἄργυρον φιλήσας. διὰ τοῦτον οὐκ ἀδελφός, διὰ τοῦτον οὐ τοκῆες· πόλεμοι, φόνοι δι’ αὐτόν· τὸ δὲ χεῖρον, ὀλλύμεσθα
10διὰ τοῦτον οἱ φιλοῦντες.

30

Ἐδόκουν ὄναρ τροχάζειν πτέρυγας φέρων ἐπ’ ὤμων, ὁ δ’ Ἔρως ἔχων μόλιβδον περὶ τοῖς καλοῖς ποδίσκοις
5ἐδίωκε καὶ κίχανεν. τί θέλει δ’ ὄναρ τόδ’ εἶναι; δοκέω δ’ ἔγωγε· πολλοῖς ἐν ἔρωσί με πλακέντα διολισθάνειν μὲν ἄλλους,22
10ἑνί τωι δὲ συνδεθῆναι.

31

Ὑακινθίνηι με ῥάβδωι χαλεπῶς Ἔρως ῥαπίζων ἐκέλευε συντροχάζειν. διὰ δ’ ὀξέων μ’ ἀναύρων
5ξυλόχων τε καὶ φαράγγων τροχάοντα τεῖρεν ἱδρώς· κραδίη δὲ ῥινὸς ἄχρις ἀνέβαινε, κἂν ἀπέσβην. ὁ δ’ Ἔρως †μέτωπα σείων†
10ἁπαλοῖς πτεροῖσιν εἶπεν· ‘σὺ γὰρ οὐ δύνηι φιλῆσαι;‘

32

Ἐπὶ μυρσίναις τερείναις
ἐπὶ λωτίναις τε ποίαις στορέσας θέλω προπίνειν· ὁ δ’ Ἔρως χιτῶνα δήσας23
5ὑπὲρ αὐχένος παπύρωι μέθυ μοι διακονείτω. τροχὸς ἅρματος γὰρ οἷα βίοτος τρέχει κυλισθείς, ὀλίγη δὲ κεισόμεσθα
10κόνις ὀστέων λυθέντων. τί σε δεῖ λίθον μυρίζειν; τί δὲ γῆι χέειν μάταια; ἐμὲ μᾶλλον, ὡς ἔτι ζῶ, μύρισον, ῥόδοις δὲ κρᾶτα
15πύκασον, κάλει δ’ ἑταίρην· πρίν, Ἔρως, ἐκεῖ μ’ ἀπελθεῖν ὑπὸ νερτέρων χορείας, σκεδάσαι θέλω μερίμνας.

33

Μεσονυκτίοις ποτ’ ὥραις, στρέφετ’ ἦμος Ἄρκτος ἤδη κατὰ χεῖρα τὴν Βοώτου,
μερόπων δὲ φῦλα πάντα24
5κέαται κόπωι δαμέντα, τότ’ Ἔρως ἐπισταθείς μευ θυρέων ἔκοπτ’ ὀχῆας. ‘τίσ‘ ἔφην ‘θύρας ἀράσσει, κατά μευ σχίσας ὀνείρους;‘
10ὁ δ’ Ἔρως ‘ἄνοιγε,‘ φησίν, ‘βρέφος εἰμί, μὴ φόβησαι· βρέχομαι δὲ κἀσέληνον κατὰ νύκτα πεπλάνημαι.‘ ἐλέησα ταῦτ’ ἀκούσας,
15ἀνὰ δ’ εὐθὺ λύχνον ἅψας ἀνέωιξα, καὶ βρέφος μέν ἐσορῶ φέροντα τόξον πτέρυγάς τε καὶ φαρέτρην· παρὰ δ’ ἱστίην καθίξας
20παλάμαις τε χεῖρας αὐτοῦ ἀνέθαλπον, ἐκ δὲ χαίτης ἀπέθλιβον ὑγρὸν ὕδωρ. ὃ δ’ ἐπεὶ κρύος μεθῆκε ‘φέρε‘ φησὶ ‘πειράσωμεν
25τόδε τόξον, εἴ τί μοι νῦν βλάβεται βραχεῖσα νευρή.‘ τανύει δέ, καί με τύπτει μέσον ἧπαρ ὥσπερ οἶστρος· ἀνὰ δ’ ἅλλεται καχάζων·
30‘ξένε‘ δ’ εἶπε ‘συγχάρηθι· κέρας ἀβλαβὲς μένει μοι·
σὺ δὲ καρδίαν πονήσεις.‘25

34

Μακαρίζομέν σε, τέττιξ, ὅτε δενδρέων ἐπ’ ἄκρων ὀλίγην δρόσον πεπωκώς βασιλεὺς ὅπως ἀείδεις.
5σὰ γάρ ἐστι κεῖνα πάντα, ὁπόσα βλέπεις ἐν ἀγροῖς †κοπόσα† φέρουσιν ὗλαι. σὺ δὲ φείδεαι γεωργῶν, ἀπὸ μηδενός τι βλάπτων·
10σὺ δὲ τίμιος βροτοῖσιν, θέρεος γλυκὺς προφήτης. φιλέουσι μέν σε Μοῦσαι, φιλέει δὲ Φοῖβος αὐτός, λιγυρὴν δ’ ἔδωκεν οἴμην·
15τὸ δὲ γῆρας οὔ σε τείρει. σοφέ, γηγενής, φίλυμνε, ἀπαθής, ἀναιμόσαρκε·
σχεδὸν εἶ θεοῖς ὅμοιος.26

35

Ἔρως ποτ’ ἐν ῥόδοισι κοιμωμένην μέλιτταν οὐκ εἶδεν, ἀλλ’ ἐτρώθη. τὸν δάκτυλον παταχθείς
5τᾶς χειρὸς ὠλόλυξε, δραμὼν δὲ καὶ πετασθείς πρὸς τὴν καλὴν Κυθήρην ‘ὄλωλα, μῆτερ,‘ εἶπεν, ‘ὄλωλα κἀποθνήσκω·
10ὄφις μ’ ἔτυψε μικρός πτερωτός, ὃν καλοῦσιν μέλιτταν οἱ γεωργοί.‘ ἃ δ’ εἶπεν· ‘εἰ τὸ κέντρον πονεῖς τὸ τᾶς μελίττας,
15πόσον δοκεῖς πονοῦσιν, Ἔρως, ὅσους σὺ βάλλεις;‘

36

Ὁ Πλοῦτος εἴ γε χρυσοῦ τὸ ζῆν παρεῖχε θνητοῖς, ἐκαρτέρουν φυλάττων, ἵν’ †ασθενεῖν ἐπέλη†
5λάβηι τι καὶ παρέλθηι. εἰ δ’ οὖν μὴ τὸ πρίασθαι τὸ ζῆν ἔνεστι θνητοῖς,
τί καὶ μάτην στεγάζω; {τί καὶ γόους προπέμπω;}27
10θανεῖν γὰρ εἰ πέπρωται, τί χρυσὸς ὠφελεῖ με; ἐμοὶ γένοιτο πίνειν, πιόντι δ’ οἶνον ἡδύν ἐμοῖς φίλοις συνεῖναι,
15ἐν δ’ ἁπαλαῖσι κοίταις τελεῖν τὰν Ἀφροδίταν.

37

Διὰ νυκτὸς ἐγκαθεύδων ἁλιπορφύροις τάπησι γεγανυμένος Λυαίωι ἐδόκουν ἄκροισι ταρσῶν
5δρόμον ὠκὺν ἐκτανύειν μετὰ παρθένων ἀθύρων· ἐπεκερτόμουν δὲ παῖδες ἁπαλώτεροι Λυαίου, δακέθυμά μοι λέγοντες
10διὰ τὰς καλὰς ἐκείνας. ἐθέλοντι δὲ φιλῆσαι φύγον ἐξ ὕπνου μοι πάντες, μεμονωμένος δ’ ὁ τλήμων πάλιν ἤθελον καθεύδειν.

38

Ἱλαροὶ πίωμεν οἶνον, ἀναμέλψομεν δὲ Βάκχον,
τὸν ἐφευρετὰν χορείας, τὸν ὅλας ποθοῦντα μολπάς,28
5τὸν ὁμότροπον Ἐρώτων, τὸν ἐρώμενον Κυθήρης· δι’ ὃν ἡ Μέθη λοχεύθη, δι’ ὃν ἡ Χάρις ἐτέχθη, δι’ ὃν ἀμπαύεται Λύπα,
10δι’ ὃν εὐνάζετ’ Ἀνία. τὸ μὲν οὖν πῶμα κερασθέν ἁπαλοὶ φέρουσι παῖδες, τὸ δ’ ἄχος πέφευγε μιχθέν ἀνεμοστρόφωι θυέλληι.
15 τὸ μὲν οὖν πῶμα λάβωμεν, τὰς δὲ φροντίδας μεθῶμεν· τί γάρ ἐστί σοι 〈τὸ〉 κέρδος ὀδυνωμένωι μερίμναις; πόθεν οἴδαμεν τὸ μέλλον;
20ὁ βίος βροτοῖς ἄδηλος. μεθύων θέλω χορεύειν μεμυρισμένος τε παίζειν
22*****〉 μετὰ καὶ καλῶν γυναικῶν μελέτω δὲ τοῖς θέλουσι,
25ὅσον ἐστὶν ἐν μερίμναις. ἱλαροὶ πίωμεν οἶνον, ἀναμέλψομεν δὲ Βάκχον.

39

Φιλῶ γέροντα τερπνόν,
φιλῶ νέον χορευτάν· ἂν δ’ ὁ γέρων χορεύηι, τρίχας γέρων μέν ἐστιν,29
5τὰς δὲ φρένας νεάζει.

40

Ἐπειδὴ βροτὸς ἐτύχθην βιότου τρίβον ὁδεύειν, χρόνον ἔγνων ὃν παρῆλθον, ὃν δ’ ἔχω δραμεῖν οὐκ οἶδα.
5†μέθετέ με φροντίδες·† μηδέν μοι χὔμιν ἔστω. πρὶν ἐμὲ φθάσηι τὸ τέλος. παίξω, γελάσω, χορεύσω μετὰ τοῦ καλοῦ Λυαίου.

41

Ἡ καλόν ἐστι βαδίζειν ὅπου λειμῶνες κομῶσιν, ὅπου λεπτὸς ἡδυτάτην ἀναπνεῖ Ζέφυρος αὔρην,
5κλῆμά τε Βάκχιον ἰδεῖν χὐπὸ τὰ πέταλα δῦναι ἁπαλὴν παῖδα κατέχων
Κύπριν ὅλην πνέουσαν.30

42

Ποθέω μὲν Διονύσου φιλοπαίγμονος χορείας, φιλέω δ’ ὅταν ἐφήβου μετὰ συμπότου λυρίζω·
5 στεφανίσκους δ’ ὑακίνθων κροτάφοισιν ἀμφιπλέξας μετὰ παρθένων ἀθύρειν φιλέω μάλιστα πάντων. φθόνον οὐκ οἶδ’ ἐμὸν ἦτορ·
10{φθόνον οὐκ οἶδα δαϊκτόν·} φιλολοιδόροιο γλώττης ἔφυγον βέλεμνα κοῦφα· στυγέω μάχας παροίνους. πολυκώμους κατὰ δαῖτας
15νεοθηλέσιν ἅμα κούραις ὑπὸ βαρβίτωι χορεύων βίον ἥσυχον φεροίμην.

43

Στεφάνους μὲν κροτάφοισι ῥοδίνους συναρμόσαντες μεθύωμεν ἁβρὰ γελῶντες. ὑπὸ βαρβίτωι δὲ κούρα
5κατακίσσοισι βρέμοντας πλοκάμοις φέρουσα θύρσους
χλιδανόσφυρος χορεύει· ἁβροχαίτας δ’ ἅμα κοῦρος στομάτων ἁδὺ πνεόντων31
10κατὰ πηκτίδων ἀθύρει προχέων λίγειαν ὀμφάν. ὁ δ’ Ἔρως ὁ χρυσοχαίτας μετὰ τοῦ καλοῦ Λυαίου καὶ τῆς καλῆς Κυθήρης
15τὸν ἐπήρατον γεραιοῖς κῶμον μέτεισι χαίρων.

44

Τὸ ῥόδον τὸ τῶν Ἐρώτων μίξωμεν Διονύσωι· τὸ ῥόδον τὸ καλλίφυλλον κροτάφοισιν ἁρμόσαντες
5πίνωμεν ἁβρὰ γελῶντες. ῥόδον ὦ φέριστον ἄνθος, ῥόδον εἴαρος μέλημα, {ῥόδα καὶ θεοῖσι τερπνά,} ῥόδον ὧι παῖς ὁ Κυθήρης
10στέφεται καλοὺς ἰούλους Χαρίτεσσι συγχορεύων· στέψον οὖν με, καὶ λυρίξω παρὰ σοῖς Διόνυσε σηκοῖς μετὰ κούρης βαθυκόλπου
15ῥοδίνοισι στεφανίσκοις
πεπυκασμένος χορεύσω.32

45

Ὅταν πίνω τὸν οἶνον, εὕδουσιν αἱ μέριμναι. τί μοι πόνων, τί μοι γόων, τί μοι μέλει μεριμνῶν;
5θανεῖν με δεῖ, κἂν μὴ θέλω τί δὲ τὸν βίον πλανῶμαι· πίωμεν οὖν τὸν οἶνον τὸν τοῦ καλοῦ Λυαίου· σὺν τῶι δὲ πίνειν ἡμᾶς
10εὕδουσιν αἱ μέριμναι.

46

Ἴδε πῶς ἔαρος φανέντος Χάριτες ῥόδα βρύουσιν· ἴδε πῶς κῦμα θαλάσσης ἁπαλύνεται γαλήνηι·
5ἴδε πῶς νῆσσα κολυμβᾶι ἴδε πῶς γέρανος ὁδεύει. ἀφελῶς δ’ ἔλαμψε Τιτάν, νεφελῶν σκιαὶ δονοῦνται, τὰ βροτῶν δ’ ἔλαμψεν ἔργα,
10†καρποῖσι γαῖα προκύπτει,
καρπὸς ἐλαίας† προκύπτει· †Βρομίου στέφεται† νᾶμα κατὰ φύλλον †κατακλόνον καθελων† ἤνθισε καρπός.33

47

Ἐγὼ γέρων μέν εἰμι, νέων πλέον δὲ πίνω
2*****
4σκῆπτρον ἔχων τὸν ἀσκόν
5ὁ νάρθηξ δ’ οὐδέν ἐστιν. ὁ μὲν θέλων μάχεσθαι, πάρεστι γάρ, μαχέσθω· ἐμοὶ κύπελλον ὦ παῖ μελιχρὸν οἶνον ἡδύν
10ἐγκεράσας φόρησον. ἐγὼ γέρων μέν εἰμι,
11a〈νέων πλέον δὲ πίνω·〉
3κἂν δεήσηι με χορεύειν,
12Σιληνὸν ἐν μέσοισι
μιμούμενος χορεύσω.34

48

Ὅταν ὁ Βάκχος ἔλθηι, εὕδουσιν αἱ μέριμναι, δοκῶ δ’ ἔχειν τὰ Κροίσου. θέλω καλῶς ἀείδειν·
5κισσοστεφὴς δὲ κεῖμαι, πατῶ δ’ ἅπαντα θυμῶι. ὅπλιζ’· ἐγὼ δὲ πίνω. φέρε μοι κύπελλον ὦ παῖ· μεθύοντα γάρ με κεῖσθαι
10πολὺ κρεῖσσον ἢ θανόντα.

49

Τοῦ Διὸς ὁ παῖς ὁ Βάκχος, ὁ λυσίφρων ὁ Λυαῖος, ὅταν εἰς φρένας τὰς ἐμάς εἰσέλθηι μεθυδώτας,
5διδάσκει με χορεύειν. ἔχω δέ τι καὶ τερπνόν ὁ τᾶς μέθας ἐραστάς· μετὰ κρότων, μετ’ ὠιδᾶς τέρπει με κἀφροδίτα·
10πάλιν θέλω χορεύειν.35

50

Ὅτ’ ἐγὼ πίω τὸν οἶνον, τότ’ ἐμὸν ἦτορ ἰανθέν 〈μέλοσ〉 ἄρχεται λιγαίνειν, 〈ἀναβάλλεται δὲ〉 Μούσας.
5 ὅτ’ ἐγὼ πίω τὸν οἶνον, ἀπορίπτονται μέριμναι πολυφρόντιδές τε βουλαί ἐς ἁλικτύπους ἀήτας. ὅτ’ ἐγὼ πίω τὸν οἶνον,
10λυσιπήμων τότε Βάκχος πολυανθέσιν 〈μ’〉 ἐν αὔραις δονέει μέθηι γανώσας. ὅτ’ ἐγὼ πίω τὸν οἶνον, στεφάνους ἄνθεσι πλέξας
15ἐπιθείς τε τῶι καρήνωι βιότου μέλπω γαλήνην. ὅτ’ ἐγὼ πίω τὸν οἶνον, μύρωι εὐώδεϊ τέγξας δέμας, ἀγκάλαις δὲ κούρην
20κατέχων, Κύπριν ἀείδω. ὅτ’ ἐγὼ πίω τὸν οἶνον, ὑπὸ κυρτοῖσι κυπέλλοις τὸν ἐμὸν νόον ἁπλώσας
θιάσωι τέρπομαι κούρων.36
25 ὅτ’ ἐγὼ πίω τὸν οἶνον, τοῦτ’ ἐμοὶ μόνωι τὸ κέρδος, τοῦτ’ ἐγὼ λαβὼν ἀποίσω· τὸ θανεῖν γὰρ μετὰ πάντων.

51

Μή με φύγηις ὁρῶσα τὰν πολιὰν ἔθειραν· μηδ’, ὅτι σοὶ πάρεστιν ἄνθος ἀκμαῖον, τᾶς ἐμᾶς
5ὥρας φίλτρα διώξηις. ὅρα, κἀν στεφάνοισιν ὅπως πρέπει τὰ λευκά ῥόδοις κρίνα πλακέντα.

52

Τί με τοὺς νόμους διδάσκεις καὶ ῥητόρων ἀνάγκας; τί δέ μοι λόγων τοσούτων τῶν μηδὲν ὠφελούντων;
5 μᾶλλον δίδασκε πίνειν ἁπαλὸν πῶμα Λυαίου, μᾶλλον δίδασκε παίζειν
μετὰ χρυσῆς Ἀφροδίτης.37

52a

Πολιαὶ στέφουσι κάραν· δὸς ὕδωρ, βάλ’ οἶνον ὦ παῖ· τὴν ψυχήν μου κάρωσον. βραχύ με ζῶντα καλύπτεις·
5ὁ θανὼν οὐκ ἐπιθυμεῖ.

53

Ὅτ’ ἐγὼ ’ς νέων ὅμιλον ἐσορῶ, πάρεστιν ἥβα. τότε δή, τότ’ ἐς χορείην ὁ γέρων ἐγὼ πτεροῦμαι,
5παραμαίνομαι, κυβηβῶ. παράδος· θέλω στέφεσθαι· πολιὸν δὲ γῆρας ἐκδύς νέος ἐν νέοις χορεύσω. Διονυσίης δέ μοί τις
10φερέτω ῥοὰν ὀπώρης, ἵν’ ἴδηι γέροντος ἀλκήν δεδαηκότος μὲν εἰπεῖν, δεδαηκότος δὲ πίνειν
χαριέντως τε μανῆναι.38

54

Ὁ ταῦρος οὗτος ὦ παῖ δοκεῖ τις εἶναί μοι Ζεύς φέρει γὰρ ἀμφὶ νώτοις Σιδωνίαν γυναῖκα·
5περᾶι δὲ πόντον εὐρύν, τέμνει δὲ κῦμα χηλαῖς. οὐκ ἂν δὲ ταῦρος ἄλλος ἐξ ἀγέλης ἐλασθείς ἔπλευσε τὴν θάλασσαν,
10εἰ μὴ μόνος ἐκεῖνος.

55

Στεφανηφόρου μετ’ ἦρος μέλομαι ῥόδον τέρεινον †σὺνεταιρεῖ ἀύξει† μέλπειν. τόδε γὰρ θεῶν ἄημα,
5τόδε καὶ βροτοῖσι χάρμα, Χάρισίν τ’ ἄγαλμ’ ἐν ὥραις πολυανθέων Ἐρώτων, ἀφροδίσιόν τ’ ἄθυρμα·
τόδε καὶ μέλημα μύθοις39
10χαρίεν φυτόν τε Μουσῶν. γλυκὺ καὶ πονοῦντ’ ἀγείρειν ἐν ἀκανθίναις ἀταρποῖς, γλυκὺ δ’ αὖ λαβόντα θάλπειν μαλακαῖσι χερσί, κοῦφον
15προάγοντ’ ἔρωτος ἄνθος. ἀπορῶ τόδ’ αὖ, τί τερπνόν θαλίαις τε καὶ τραπέζαις Διονυσίαις τ’ ἑορταῖς δίχα τοῦ ῥόδου γένοιτ’ ἄν.
20ῥοδοδάκτυλος μὲν Ἠώς, ῥοδοπήχεες δὲ Νύμφαι, ῥοδόχρους δὲ κἀφροδίτα παρὰ τῶν σοφῶν καλεῖται. τόδε καὶ νοσοῦσιν ἀρκεῖ,
25τόδε καὶ νεκροῖς ἀμύνει, τόδε καὶ χρόνον βιᾶται· χαρίεν ῥόδων δὲ γῆρας νεότητος ἔσχεν ὀδμήν. φέρε δή, φύσιν λέγωμεν·
30χαροπῆς ὅτ’ ἐκ θαλάττης
δεδροσωμένην Κυθήρην ἐλόχευε πόντος ἀφρῶι, πολεμόκλονόν τ’ Ἀθήνην κορυφῆς ἔδειξεν ὁ Ζεύς,40
35φοβερὰν θέαν Ὀλύμπωι, τότε καὶ ῥόδων ἀγητόν νέον ἔρνος ἤνθισε χθών, πολυδαίδαλον λόχευμα· μακάρων θεῶν δ’ ὅμοιον
40ῥόδον ὡς γένοιτο, νέκταρ ἐπιτέγξας ἀνέθηλεν ἀγέρωχον ἐξ ἀκάνθης φυτὸν ἄμβροτον Λυαῖος.

56

Ὁ τὸν ἐν πόνοις ἀτειρῆ, νέον ἐν πόθοις ἀταρβῆ, καλὸν ἐν πότοις χορευτήν τελέων θεὸς κατῆλθε,
5ἁπαλὸν βροτοῖσι φίλτρον, πόθον ἄστονον κομίζων, γόνον ἀμπέλου, τὸν οἶνον, πεπεδημένον ὀπώραις ἐπὶ κλημάτων φυλάττειν,
10ἵν’ ὅταν τέμωσι βότρυν ἄνοσοι μένωσι πάντες, ἄνοσοι δέμας θεητόν, ἄνοσοι γλυκύν τε θυμόν
ἐς ἔτους φανέντος ἄλλου.41

57

Ἄρα τίς τόρευσε πόντον; ἄρα τίς μανεῖσα τέχνα ἀνέχευε κῦμα δίσκωι; ἐπὶ νῶτα τῆς θαλάττης
5ἄρα τίς ὕπερθε λευκάν ἁπαλὰν χάραξε Κύπριν νόος ἐς θεοὺς ἀερθείς, μακάρων φύσιος ἀρχάν; ὃ δέ νιν ἔδειξε γυμνάν,
10ὅσα μὴ θέμις δ’ ὁρᾶσθαι μόνα κύμασιν καλύπτει. ἀλαλημένα δ’ ἐπ’ αὐτά βρύον ὥς, ὕπερθε λευκᾶς ἁπαλόχροον γαλήνας
15δέμας εἰς πλόον φέρουσα, ῥόθιον πάροιθεν ἕλκει· ῥοδέων δ’ ὕπερθε μαζῶν, ἁπαλῆς ἔνερθε δειρῆς, μέγα κῦμα πρῶτα τέμνει
20μέσον αὔλακος δὲ Κύπρις
κρίνον ὣς ἴοις ἑλιχθέν διαφαίνεται γαλήνας. †ὑπερἀργύρωι† δ’ ὀχοῦνται ἐπὶ δελφῖσι χορευταῖς42
25δολερὸν νόον μετοίσων Ἔρος Ἵμερος γελῶν τε, χορὸς ἰχθύων τε κυρτός ἐπὶ κυμάτων κυβιστᾶι Παφίης τε σῶμα παίζει
30ἵνα νήχεται γελῶσα.

58

Ὁ δραπέτας ὁ Χρυσός ὅταν με φεύγηι κραιπνοῖς διηνέμοις τε ταρσοῖς (ἀεὶ δ’, ἀεί με φεύγει),
5οὔ μιν διώκω· τίς γάρ μισοῦν θέλει τι θηρᾶν; ἐγὼ δ’ ἄφαρ λιασθείς τῶι δραπέται τῶι Χρυσῶι ἐμῶν φρενῶν μὲν αὔραις
10φέρειν ἔδωκα λύπας, λύρην δ’ ἑλὼν ἀείδω
ἐρωτικὰς ἀοιδάς. πάλιν δ’ ὅταν με θυμός ὑπερφρονεῖν διδάξηι,43
15ἄφνω προσεῖπ’ ὁ δραπέτας φέρων μέθαν μοι φροντίδων, ἑλών μιν ὡς μεθήμων λύρης γένωμαι λαροῦ. ἄπιστ’, ἄπιστε Χρυσέ,
20μάταν δόλοις με θέλγεις· πλέον λύρης σου νεῦρα πόθους κέκευθεν ἁδεῖς· σὺ γὰρ δόλων, σύ τοι φθόνων ἔρωτ’ ἔθηκας ἀνδράσιν·
25λύρη δ’ ἄλυπα παστάδων φιλαμάτων τε κεδνῶν πόθων κύπελλα κιρνᾶι.
27*****〉 ὅταν θέληις δέ, φεύγεις λύρης δ’ ἐμῆς ἀοιδάν
30οὐκ ἂν λίποιμι τυτθόν. ξείνοις σὺ δ’ ἀντὶ Μουσῶν δολίοις ἀπίστοις ἁνδάνεις
ἐμοὶ δὲ τῶι λυροκτύπηι Μοῦσα φρεσὶν πάροικος·44
35ἀχὰν †δέασ† ὀρίνοις αἴγλαν †τε λαμπρύνοις†.

59

Τὸν μελανόχρωτα βότρυν ταλάροις φέροντες ἄνδρες μετὰ παρθένων ἐπ’ ὤμων
3*****〉 κατὰ ληνοῦ δὲ βαλόντες
5μόνον ἄρσενες πατοῦσιν σταφυλῆς λύοντες οἶνον, μέγα τὸν θεὸν κροτοῦντες ἐπιληνίοισιν ὕμνοις, ἐρατὸν πίθοις ὁρῶντες
10νέον ἐσζέοντα Βάκχον. ὃν ὅταν πίνηι γεραιός, τρομεροῖς ποσὶν χορεύει, πολιὰς τρίχας τινάσσων. ὁ δὲ παρθένον λοχήσας
15ἐρατὸς νέος 〈** ***〉 ἐλυσθείς ἁπαλὸν δέμας χυθεῖσαν
σκιερῶν ὕπερθε φύλλων, βεβαρημένην ἐς ὕπνον.45
20ὁ δ’ Ἔρως ἄωρα θέλγων 〈*****〉 προδότιν γάμων γενέσθαι. ὁ δὲ μὴ λόγοισι πείθων τότε μὴ θέλουσαν ἄγχει·
25μετὰ γὰρ νέων ὁ Βάκχος μεθύων ἄτακτα παίζει.

60

Ἀνὰ βάρβιτον δονήσω (ἄεθλος μὲν οὐ πρόκειται, μελέτη δ’ ἔπεστι) πάντηι σοφίης λαχὼν ἄωτον.
5ἐλεφαντίνωι δὲ πλήκτρωι λιγυρὸν μέλος κροαίνων Φρυγίωι ῥυθμῶι βοήσω, ἅτε τις κύκνος Καΰστρου ποικίλον πτεροῖσι μέλπων
10ἀνέμου σύναυλος ἠχῆι·
σὺ δὲ Μοῦσα συγχόρευε.46
11a〈ἐρέω Δάφνης τὸν οἶτον·〉
12ἱερὸν γάρ ἐστι Φοίβου κιθάρη δάφνη τρίπους τε.
13*****
13*****
17τοῦ μὲν ἐκπέφευγα κέντρα
14λαλέων ἔρωτα Φοίβου,
15ἀνεμώλιον τὸν οἶστρον. σαόφρων γὰρ ἐστ〈έναξεν
16aθεὸν οὐ θέλουσα κούρη
16bγαμέτην ἔχειν· ὁ δὲ Ζεύς
16cἐλέης’ ἄπωθ’〉 ἀκούσας,
18φύσεως δ’ ἄμειψε μορφήν, φυτὸν εὐθαλὲς δ’ ἐπήχθη.
20ὁ δὲ Φοῖβος †ἠὲ Φοῖβος† κρατέειν κόρην νομίζων, χλοερὸν δρέπων δὲ φύλλον ἐδόκει τελεῖν Κυθήρην. ἄγε, θυμέ, πῆι μέμηνας
25μανίην μανεὶς ἀρίστην· τὸ βέλος φέρε κράτυνον, σκοπὸν ὡς βαλὼν ἀπέλθηις, τὸ δὲ τόξον Ἀφροδίτης ἄφες ὡς θεοὺς ἐνίκα.
30τὸν Ἀνακρέοντα μιμοῦ,
τὸν ἀοίδιμον μελιστήν. φιάλην πρόπινε παισίν, φιάλην λόγων ἐραννήν· ἀπὸ νέκταρος ποτοῖο47
35παραμύθιον λαβόντες φλογερὸν φυγόντες ἄστρον *****

tfav1-fav4

Fragmenta Anacreonteorum Veterum

fav1

〈τὸν〉 Ἔρωτα γὰρ τὸν ἁβρόν μέλομαι βρύοντα μίτραις πολυανθέμοις ἀείδειν. ὅδε καὶ θεῶν δυνάστης,
5ὅδε καὶ βροτοὺς δαμάζει.

fav2

φέρ’ ὕδωρ, φέρ’ οἶνον ὦ παῖ, μέθυσόν με καὶ κάρωσον· τὸ ποτήριον λέγει μου
ποδαπόν με δεῖ γενέσθαι.48

fav3

δοκέει κλύειν γὰρ ἥδε, λαλέειν τις εἰ θελήσηι.

fav4

τί με φεύγεις τὸν γέροντα;49